6.103ἀπολογουμένου δὲ τοῦ Σαούλου καὶ περιμεῖναι μὲν τὰς ἡμέρας ἃς ὥρισε λέγοντος, ὑπὸ δὲ ἀνάγκης καὶ ἀναχωρήσεως μὲν τῶν αὑτοῦ στρατιωτῶν διὰ φόβον, στρατοπεδείας δὲ τῶν ἐχθρῶν ἐν Μαχμᾶ καὶ ἀκοῆς τῆς ἐπʼ αὐτὸν εἰς Γάλγαλα καταβάσεως ἐπειχθῆναι πρὸς τὴν θυσίαν.
6.104ὑπολαβὼν δὲ ὁ Σαμουῆλος “ἀλλὰ σύγε, φησίν, εἰ δίκαιος ἦσθα καὶ μὴ παρήκουσας ἐμοῦ μηδʼ ὧν ὑπέθετό μοι περὶ τῶν παρόντων ὁ θεὸς ὠλιγώρησας ταχύτερος ἢ συνέφερε τοῖς πράγμασι γεγονὼς, σοί τʼ αὐτῷ πλεῖστον ἂν
6.105βασιλεῦσαι χρόνον ἐξεγένετο καὶ τοῖς σοῖς ἐγγόνοις.” καὶ Σαμουῆλος μὲν ἀχθόμενος ἐπὶ τοῖς γεγενημένοις ἀνεχώρησε παρʼ αὑτὸν, Σαοῦλος δὲ εἰς Γαβαὼν πόλιν ἔχων ἑξακοσίους μεθʼ ἑαυτοῦ μόνον ἧκε σὺν Ἰωνάθῃ τῷ παιδί. τούτων δὲ οἱ πλείους οὐκ εἶχον ὅπλα τῆς χώρας σπανιζούσης σιδήρου καὶ τῶν ὅπλα χαλκεύειν δυναμένων· οὐ γὰρ εἴων οἱ Παλαιστῖνοι ταῦτα εἶναι, καθὼς μικρὸν ἔμπροσθεν δεδηλώκαμεν.
6.106διελόντες δʼ εἰς τρία μέρη τὴν στρατιὰν οἱ Παλαιστῖνοι καὶ κατὰ τοσαύτας ὁδοὺς ἐπερχόμενοι τὴν τῶν Ἑβραίων χώραν ἐπόρθουν, βλεπόντων τε Σαούλου τοῦ βασιλέως αὐτῶν καὶ τοῦ παιδὸς Ἰωνάθου ἀμῦναί τε τῇ γῇ, μεθʼ ἑξακοσίων γὰρ μόνων ἦσαν, οὐ δυναμένων.
6.107καθεζόμενοι δʼ αὐτός τε καὶ ὁ παῖς αὐτοῦ καὶ ὁ ἀρχιερεὺς Ἐχίας ἀπόγονος ὢν Ἠλὶ τοῦ ἀρχιερέως ἐπὶ βουνοῦ ὑψηλοῦ καὶ τὴν γῆν λεηλατουμένην ὁρῶντες ἐν ἀγωνίᾳ δεινῇ καθεστήκεσαν. συντίθεται δὲ ὁ Σαούλου παῖς τῷ ὁπλοφόρῳ, κρύφα πορευθέντες αὐτοὶ εἰς τὴν τῶν πολεμίων παρεμβολὴν ἐκδραμεῖν καὶ ταραχὴν ἐμποιῆσαι καὶ θόρυβον αὐτοῖς.